Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.376 Joseph. AJ 8.381 (English) >>Joseph. AJ 8.385

8.379

δὲ Ἄδαδος διασωθεὶς ἐκ τῆς μάχης μεθʼ ὅσης ἠδυνήθη στρατιᾶς συνεβουλεύσατο τοῖς αὑτοῦ φίλοις, πῶς ἂν ἐπιστρατεύσηται τοῖς Ἰσραηλίταις. οἱ δὲ ἐν μὲν τοῖς ὄρεσιν οὐκ ἐδίδοσαν γνώμην συμβαλεῖν αὐτοῖς· τὸν γὰρ θεὸν αὐτῶν ἐν τοῖς τοιούτοις δύνασθαι τόποις καὶ διὰ τοῦτο νῦν ὑπʼ αὐτῶν νενικῆσθαι· κρατήσειν δὲ ἔλεγον ἐν πεδίῳ ποιησαμένους τὴν μάχην. 8.380συνεβούλευον δὲ πρὸς τούτῳ τοὺς μὲν βασιλέας οὓς ἐπηγάγετο συμμάχους ἀπολῦσαι πρὸς τὰ οἰκεῖα, τὴν δὲ στρατιὰν αὐτῶν κατασχεῖν ἀντʼ ἐκείνων σατράπας καταστήσαντα· εἰς δὲ τὴν τῶν ἀπολωλότων τάξιν στρατολογῆσαι δύναμιν ἐκ τῆς χώρας τῆς αὐτῶν καὶ ἵππους καὶ ἅρματα. δοκιμάσας οὖν ταῦτα εἰρῆσθαι καλῶς οὕτως διεκόσμησε τὴν δύναμιν. 8.381

Ἀρξαμένου δὲ ἔαρος ἀναλαβὼν τὴν στρατιὰν ἦγεν ἐπὶ τοὺς Ἑβραίους, καὶ γενόμενος πρὸς πόλει τινί, Ἀφεκὰ δʼ αὐτὴν καλοῦσιν, ἐν μεγάλῳ στρατοπεδεύεται πεδίῳ. Ἄχαβος δʼ ἀπαντήσας αὐτῷ μετὰ τῆς δυνάμεως ἀντεστρατοπεδεύσατο· σφόδρα δʼ ἦν ὀλίγον αὐτοῦ τὸ στράτευμα πρὸς τοὺς πολεμίους ἀντιπαραβαλλόμενον. 8.382τοῦ δὲ προφήτου προσελθόντος αὐτῷ πάλιν καὶ νίκην τὸν θεὸν αὐτῷ διδόναι φήσαντος, ἵνα τὴν ἰδίαν ἰσχὺν ἐπιδείξηται μὴ μόνον ἐν τοῖς ὄρεσιν ἀλλὰ κἀν τοῖς πεδίοις ὑπάρχουσαν, ὅπερ οὐκ εἶναι δοκεῖ τοῖς Σύροις, ἑπτὰ μὲν ἡμέρας ἀντεστρατοπεδευκότες ἡσύχαζον, τῇ δὲ ὑστάτῃ τούτων ὑπὸ τὸν ὄρθρον προελθόντων ἐκ τοῦ στρατοπέδου τῶν πολεμίων καὶ παραταξαμένων εἰς μάχην ἀντεπεξῆγε καὶ Ἄχαβος τὴν οἰκείαν δύναμιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.376 Joseph. AJ 8.381 (English) >>Joseph. AJ 8.385

Powered by PhiloLogic